ΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ
ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ
ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ
ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ.
Χρονικό του Σκυλίτση. Οι Σαρακηνοί της Κρήτης νικούν τους βυζαντινούς υπό τον Δαμιανό. |
[Const7 iterum.15]
Ὁ δὲ τῶν σχολῶν
δομέστικος Βάρδας κατὰ τῶν ἑῴων
Ἀγαρηνῶν
ἐκστρατεύσας τὰ ἐν ποσὶν ἅπαντα
κατεστρέψατο, ἑλὼν καὶ φρούρια
ἱκανά, ἐκπολιορκήσας
δὲ καὶ
τὴν περιβόητον Ἄδαταν. ὁ δὲ βασιλεὺς
βουλόμενος καὶ τοὺς ἐν
τῇ Κρήτῃ
Σαρακηνοὺς συνεχῶς ἐκστρατεύοντας
καὶ τὰ παράλια τῆς Ῥωμαϊκῆς γῆς δῃοῦντας καὶ κατατρέχοντας ἐκ-
φοβῆσαι καὶ τῆς ἀσχέτου ἀνακόψαι ὁρμῆς, στρατὸν ὅτι πλεῖστον
συλλέξας καὶ στόλον εὐτρεπίσας οὐκ ἀγεννῆ ἐκπέμπει κατὰ τῆς νήσου,
στρατηγὸν ἐπιστήσας τοῖς πᾶσι Κωνσταντῖνον πατρίκιον τὸν Γογγύ-
λιον, θηλυδρίαν ἄνθρωπον καὶ σκιατραφῆ καὶ ἀπειροπόλεμον καὶ ἕνα
τῶν ἐν τῷ παλατίῳ θαλαμηπόλων. ὃς εἰς τὴν νῆσον περαιωθεὶς καὶ
μηδὲν ἄξιον διαπραξάμενος στρατηγοῦ, μήτε στρατοπεδείαν πηξάμενος ἀσφαλῆ μήτε σκοποὺς ἐπιστήσας καὶ κατοπτῆρας καὶ δι' αὐτῶν τὰς
βαρβαρικὰς φυλαξάμενος ἐφόδους, κινδύνῳ μεγίστῳ περιπίπτει. οἱ γὰρ
νησιῶται τὴν ἀπειρίαν καὶ τὴν ἀμέλειαν κατανενοηκότες τοῦ στρατηγοῦ,
καιρὸν ἐπιζητήσαντες ἐπιτήδειον ἐξαίφνης ἐπιτίθενται τῷ στρατεύματι,
καὶ τρέπονται μὲν τοῦτο ῥᾳδίως, ὡς πολλοὺς τῶν Ῥωμαίων αἰχμαλωσίᾳ
καὶ σιδήρῳ διαμερισθῆναι, κατέσχον δὲ καὶ τὸ στρατόπεδον αὐτό, τῶν Ῥωμαίων αἰσχίστως ἀποφυγόντων. μικροῦ δ' ἂν ἑάλω καὶ ὁ Γογγύ-
λιος, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες ἐξερρύσαντο αὐτὸν τῆς αἰχμα-
λωσίας καὶ εἰς τὴν ναυαρχίδα ἐμβιβάσαντες διεσώσαντο.

[Roman2.4]
Τούτῳ τῷ ἔτει Νικηφόρον μάγιστρον τὸν Φωκᾶν, δομέστικον ἤδη προβεβλημένον τῶν σχολῶν τῆς ἀνατολῆς παρὰ Κωνσταντίνου
τοῦ βασιλέως, καὶ πολλὰ τρόπαια στήσαντα κατὰ τῶν ἑῴων Σαρακη-
νῶν, καὶ τόν τε τῆς Ταρσοῦ ἀμηρᾶν Καραμώνην καὶ Χαμβδᾶν τὸν τοῦ
Χάλεπ καὶ τὸν Τριπόλεως Ἰζὴθ ὁλοσχερῶς ταπεινώσαντα, πέμπει κατὰ
τῶν ἐν Κρήτῃ Σαρακηνῶν, πλῆθος ἐπιλέκτων στρατιωτῶν ἐπιδοὺς αὐτῷ
καὶ στόλον κατηρτισμένον καλῶς. ἐν τῇ νήσῳ δ' οὗτος περαιωθείς, καὶ
κατὰ τὴν πρώτην ἀπόβασιν παροῦσι καὶ κωλύουσι συμπλακεὶς τοῖς
Ἀγαρηνοῖς καὶ τούτους τρεψάμενος, αὐτός τε ἀσφαλῶς ἀπέβη καὶ τὸν
στρατὸν ἀπεβίβασεν ἀκινδύνως. χάρακά τε οὖν ἐπήξατο καρτερόν,
τάφρῳ βαθείᾳ καὶ σταυρώμασι καὶ πασσάλοις τοῦτον κατοχυρώσας, καὶ
τὸν στόλον ἐν ὅρμοις γαληνοτάτοις ὁρμίσας καὶ πάντα καταστησάμενος
κατὰ τὸ ἀσφαλὲς ἐνεργῶς ἥπτετο τῆς πολιορκίας τῶν ἐν τῇ νήσῳ πόλεων,
καὶ δι' ὅλων ἑπτὰ μηνῶν πάσαις μηχαναῖς πολιορκητικῶν ὀργάνων
χρησάμενος καὶ τὰ τείχη καταστρέφων τάς τε πόλεις καὶ τὰ φρούρια
ἐχειρώσατο. τῇ ἑβδόμῃ δὲ τοῦ Μαρτίου μηνός, τῆς τετάρτης ἰνδικτιῶνος,
καὶ τὴν πασῶν ὀχυρωτέραν πόλιν, ἣν ἐγχωρίως Χάνδακα ἐκάλουν,
πεπορθηκώς, καὶ τὸν ἀμηρεύοντα τῆς νήσου Κουρούπην ὄνομα λαβὼν
αἰχμάλωτον καὶ Ἀνεμᾶν τὸν μετ' αὐτὸν ἐν τῇ νήσῳ πρωτεύοντα, καὶ τὴν
νῆσον ὅλην δουλωσάμενος, ἔμελλε μὲν ἐπὶ πλείονα προσμεῖναι χρόνον καὶ
τὰ κατ' αὐτὴν καταστήσεσθαι, φήμης δὲ κρατούσης, ὡς ὁ μέλλων
κατασχεῖν αὐτὴν Ῥωμαῖος ἀνὴρ ἐξ ἀνάγκης βασιλεύσει Ῥωμαίων, ἅμα
τῷ γνωσθῆναι τὴν τῆς νήσου κατάσχεσιν ταῖς τοῦ Ἰωσὴφ ὑποθήκαις
ἀποστείλας ὁ Ῥωμανὸς προσεκαλέσατο τὸν Νικηφόρον ἐκεῖθεν. ἔτι δὲ
τοῦ Νικηφόρου τῇ Κρήτῃ ἐνδιατρίβοντος, ἵνα μὴ τὴν ἑῴαν κατατρέχοιεν
οἱ τῆς ἀνατολῆς Ἄραβες, καὶ μᾶλλον Χαμβδᾶν ὁ τοῦ Χάλεπ ἀμηρᾶς,
πολεμικὸς ὢν καὶ τῶν ἄλλων δραστηριώτερος, Λέοντα τὸν Φωκᾶν τὸν
τοῦ Νικηφόρου ἀδελφὸν μάγιστρον τιμήσας ὁ Ῥωμανὸς τὴν τοῦ δομεστί-
κου διακονίαν διέπειν ἀπέστειλεν. οὗτος δὲ διαπεράσας καὶ τῷ Χαμβδᾶν
συναντήσας ἔν τινι χωρίῳ Ἀδρασσῷ λεγομένῳ τρέπεται τοῦτον κατὰ
κράτος καὶ ἀφανισμῷ παραδίδωσι, τῶν μὲν ἐν τῇ προσβολῇ πεσόντων
οὐδ' ἀριθμῷ καθυποβληθῆναι δυναμένων, τῶν δὲ ἁλόντων καὶ ἐν τῇ
πόλει πεμφθέντων τοσοῦτον ἦν τὸ πλῆθος, ὡς πληρῶσαι δούλων καὶ
τὰς ἀστικὰς οἰκίας καὶ τοὺς ἀγρούς. μόνος δὲ ὁ τούτων ἀρχηγὸς Χαμβδᾶν
σὺν ὀλίγοις λίαν τὸν κίνδυνον διαδρὰς εἰς τὰ οἰκεῖα ἤθη ἀνεκομίσθη.
εἰσελθόντα δὲ τὸν Λέοντα μάλα φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο
ἐπινικίοις τε θριάμβοις τετίμηκε καὶ γερῶν τῶν κατ' ἀξίαν ἠξίωσε τιμήσας
καὶ προβιβάσας καὶ πάντας τοὺς σὺν αὐτῷ ἀριστεύσαντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Μην πυροβολείτε ασκόπως